Κυριακή, 8 Νοεμβρίου 2009

ΙΕΡΑ ΣΚΗΤΗ ΑΓΙΑ ΑΝΝΑΣ (Κυραικό) Οκτώβριος 2009

Ψαλμός ρμβ' (142).
Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου·
Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πας ζων.
Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου.
Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ' εμέ το πνεύμα μου, εν εμοί εταράχθη καρδία μου.
Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων.
Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρος σοι.
Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.
Μη αποστρέψης το πρόσωπόν σου απ' εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.
Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.
Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.
Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με

Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήv μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου· και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.
Και ευθύς το Θεός Κύριος, μετά των στίχων αυτού εξ έκατέρων των χορών.