Τρίτη, 9 Δεκεμβρίου 2008

I.Μ. ΓΡΗΓΟΡΙΟΥ Μάιος 1997

ΑΚΟΛΟΥΘIΑ ΤΗΣ ΕΝΑΤΗΣ ΩΡΑΣ Ψαλμός πε' (85).
Κλίνον, Κύριε, το ους σου και επάκουσόν μου, ότι πτωχός και πένης ειμί εγώ. Φύλαξον την ψυχήν μου, ότι όσιος ειμί· σώσον τον δούλον σου, ο Θεός μου, τον ελπίζοντα επί σε. Ελέησόν με, Κύριε, ότι προς σε κεκράξομαι όλην την ημέραν· εύφρανον την ψυχήν του δούλου σου, ότι προς σε ήρα την ψυχήν μου.
'Οτι συ, Κύριε, χρηστός και επιεικής και πολυέλεος πάσι τοις επικαλουμένοις σε. Ενώτισαι, Κύριε, την προσευχήν μου, και πρόσχες τη φωνή της δεήσεώς μου. Εν ημέρα θλίψεώς μου εκέκραξα προς σε, ότι επήκουσάς μου.


Ουκ έστιν όμοιός σοι εν θεοίς, Κύριε, και ουκ έστι κατά τα έργα σου. Πάντα τα έθνη, όσα έποίησας, ήξουσι και προσκυνήσουσιν ενώπιον σου, Κύριε, και δοξάσουσι το όνομά σου. Ότι μέγας ει συ, και ποιών θαυμάσια, συ ει Θεός μόνος. Οδήγησόν με, Κύριε, εν τη οδώ σου, και πορεύσομαι εν τη αληθεία σου· ευφρανθήτω η καρδία μου του φοβείσθαι το όνομά σου.

Εξομολογήσομαί σοι, Κύριε ο Θεός μου, εν όλη καρδία μου, και δοξάσω το όνομα σου εις τον αιώνα. Ότι το έλεος σου μέγα επ' εμέ, και ερρύσω την ψυχήν μου εξ άδου κατωτάτου. Ο Θεός, παράνομοι επανέστησαν επ' εμέ, και συναγωγή κραταιών εζήτησαν την ψυχήν μου, και ου προέθεντό σε ενώπιον αυτών. Και συ, Κύριε ο Θεός μου, οικτίρμων και ελεήμων, μακρόθυμος και πολυέλεος και αληθινός.

Επίβλεψον επ' εμέ και ελέησον με· δος το κράτος σου τω παιδί σου, και σώσον τον υιόν της παιδίσκης σου. Ποίησον μετ' εμού σημείον εις αγαθόν, και ιδέτωσαν οι μισούντες με και αισχυνθήτωσαν, ότι συ Κύριε, εβοήθησάς μοι και παρεκάλεσάς με.